Παρασκευή 22 Μαρτίου 2013

Ακάθιστος Ύμνος - Α' Στάσις

Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
ε
ἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρ
ῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρ
ὸς Αὐτὴν τοιαῦτα·

Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χα
ῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χα
ῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χα
ῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χα
ῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χα
ῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χα
ῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χα
ῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χα
ῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χα
ῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.



Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησ
ὶ τῷ Γαβριὴλ θαρσαλέως·
τ
ὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τ
ῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τ
ὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούια.



Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
υ
ἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρ
ὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλ
ὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χα
ῖρε, σιγῆς δεομένων πίστις.
Χα
ῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χα
ῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χα
ῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χα
ῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χα
ῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χα
ῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χα
ῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χα
ῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χα
ῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χα
ῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χα
ῖρε, Νύμφη Ἀνύμφευτε.


Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρ
ὸς σύλληψιν τῇ Ἀπειρογάμω·
κα
ὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
το
ῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.

Ἔχουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τ
ὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τ
ὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
κα
ὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χα
ῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χα
ῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χα
ῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χα
ῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
Χα
ῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χα
ῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χα
ῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χα
ῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χα
ῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χα
ῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χα
ῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χα
ῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρ
ὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
κα
ὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθ
ὼν δέ σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.