Παρασκευή 29 Μαρτίου 2013

Ακάθιστος Ύμνος - Β' Στάσις


Ἤκουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τ
ὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
κα
ὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωρο
ῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χα
ῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χα
ῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χα
ῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χα
ῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χα
ῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χα
ῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χα
ῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χα
ῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χα
ῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χα
ῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χα
ῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τ
ῇ τούτου ἠκολούθησαν αἴγλῃ·
κα
ὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' α
ὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
κα
ὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.





Ἴδον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν,
εἰ καὶ δούλου μορφὴν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Κήρυκες θεοφόροι,



γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
κα
ὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μ
ὴ εἰδότα ψάλλειν·
Ἀλληλούια.








Λάμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμ
ὸν ἀληθείας ἐδίωξας,
το
ῦ ψεύδους τὸ σκότος·
τ
ὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μ
ὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
ο
ἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χα
ῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χα
ῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χα
ῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
χα
ῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χα
ῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χα
ῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χα
ῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
χα
ῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χα
ῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χα
ῖρε, τρυφῆς ἁγίας διάκονε.
Χα
ῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χα
ῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.



Μέλλοντος Συμεῶνος,
το
ῦ παρόντος αἰῶνος,
μεθίστασθαι το
ῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
διόπερ
ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.