Παρασκευή 5 Απριλίου 2013

Ακάθιστος Ύμνος - Γ' Στάσις


 Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
κα
ὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χα
ῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χα
ῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χα
ῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χα
ῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χα
ῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χα
ῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χα
ῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χα
ῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χα
ῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χα
ῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
δι
ὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος·
βουλόμενος
ἑλκύσαι πρὸς τὸ ὕψος,
το
ὺς αὐτῷ βοώντας·
Ἀλληλούια.




Ὅλως ἦν ἐν τοῖς κάτω,
κα
ὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γ
ὰρ θεϊκή,
ο
ὐ μετάβασις τοπικὴ γέγονε,
κα
ὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα·
Χα
ῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χα
ῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χα
ῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χα
ῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χα
ῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χα
ῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χα
ῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χα
ῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χα
ῖρε, δι' ἧς ἐλύθη παράβασις,
χα
ῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χα
ῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χα
ῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τ
ὸ μέγα,
τ
ῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τ
ὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μὲν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούια.


Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν,
τ
ὸ πῶς καὶ Παρθένος μένεις,
κα
ὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
πιστ
ῶς βοῶμεν·
Χα
ῖρε, σοφίας Θεοῦ δοχεῖον,
χα
ῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χα
ῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χα
ῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χα
ῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χα
ῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χα
ῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χα
ῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χα
ῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χα
ῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χα
ῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χα
ῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Σῶσαι θέλων τὸν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρ
ὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
κα
ὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
δι'
ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
ὡς Θεὸς ἀκούει·
Ἀλληλούια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.