http://www.youtube.com/watch?v=Nhcw8MVDSxs
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον,
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις·
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον,
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον,
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν,
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο,
αὕτη ἠλευθεροῦτο,
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ,
δεινὸν ἡ ῥαθυμία!
μεγάλη ἡ μετάνοια!
ἥν μοι δώρησαι Σωτήρ,
ὁ παθὼν ὑπὲρ ἡμῶν,
καὶ σῶσον ἡμᾶς.
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον,
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις·
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον,
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον,
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν,
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο,
αὕτη ἠλευθεροῦτο,
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ,
δεινὸν ἡ ῥαθυμία!
μεγάλη ἡ μετάνοια!
ἥν μοι δώρησαι Σωτήρ,
ὁ παθὼν ὑπὲρ ἡμῶν,
καὶ σῶσον ἡμᾶς.
«Ὅτε ἡ ἁμαρτωλός», ἦχος α΄.
Στιχηρό τῶν Αἴνων τῆς Ἁγίας καί Μεγάλης Τετάρτης.
Ψάλλει ο Ιερομόναχος Ρωμανός, αδελφός της Ι. Μονής Προφήτου Ηλιού Ρουστίκων (Ι. Μητροπόλεως Ρεθύμνης και Αυλοποτάμου). Ηχογραφήθηκε το 2010.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.