Κυριακή, 31 Μαΐου 2015

Αγία Πεντηκοστή

«Δεῦτε, λαοί, τήν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱόν ἐν τῷ Πατρί σύν Ἁγίῳ Πνεύματι· Πατήρ γάρ ἀχρόνως ἐγέννησεν Υἱόν συναΐδον καί σύνθρονον, καί Πνεῦμα Ἅγιον ἦν ἐν τῷ Πατρί σύν Υἱῷ δοξαζόμενον. Μία δύναμις, μία οὐσία, μία θεότης, ἥν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τά πάντα δημιουργήσας δι’ Υἱοῦ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος Ἰσχυρός, δι’ οὗ τόν Πατέρα ἐγνώκαμεν καί τό Πνεῦμα τό Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ· Ἅγιος Ἀθάνατος, τό Παράκλητον Πνεῦμα, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον καί ἐν Υἱῷ ἀναπαυόμενον. Τριάς Ἁγία, δόξα σοι».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.