Κυριακή 23 Δεκεμβρίου 2012

Καταβασίες Χριστουγέννων



Καταβασίαι

ὁ α’ χορός
ᾠδὴ α' Ἦχος α'
Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,Ἲσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ α’ χορός
Ὠδὴ γ'
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς...
ὁ α’ χορός
...τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
Ὠδὴ δ'
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
Ἰαμβικὸς
Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,Ἐξῆλθε λαῶν,...
ὁ β΄ χορὸς
...εἰς ἀνάπλασιν Λόγος.
ὁ α’ χορός
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες,...
ὁ α’ χορός
...εὕροιμεν κλέος.
ὁ β΄ χορὸς
Ὠδὴ ς'
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
Ἰαμβικὸς
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε...
ὁ β΄ χορὸς
...τῆς ἐμῆς ῥαθυμίας.
ὁ α’ χορός
ᾠδὴ ζ'
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν,...
ὁ α’ χορός
...εἰς αἰῶνας εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορός
Ἰαμβικὸς
Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
Ὠδὴ θ'

[Επεξεργασία]Μεγαλυνάρια

Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ Ἦχος α'
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
ὁ β΄ χορὸς
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
ὁ β΄ χορὸς
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις΄ ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα
ὁ α’ χορός
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
ὁ β΄ χορὸς
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Στέργειν μὲν ἡμᾶς,...
ὁ α’ χορός
Δόξα Πατρὶ...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

[Επεξεργασία]Καταβασίαι

ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
ὁ β΄ χορὸς
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰαμβικὸς
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον
ὁ α’ χορὸς
Ἦχος γ’ Αὐτόμελον
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
ὁ β’ χορὸς
Ἐπεσκέψατο ἡμᾶς,...
ὁ α’ χορὸς
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου...
ὁ β’ χορὸς
...ἐτέχθη ὁ Κύριος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.